1 Kings 18

1καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων Πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ, Καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς. 2καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ. καὶ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ. 3καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον· [καὶ αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδρα, 4καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·] 5καὶ εἶπεν Αχααβ πρὸς Αβδιου Δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν. 6καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος, καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος. 7καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ηλιου; εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν εἶ σὺ Εἰ αὐτός, κύριέ μου ηλιου 8καὶ εἶπεν Ηλιου. αὐτῷ Ἐγώ· πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ ηλιου 9καὶ εἶπεν Αβδιου Τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με; 10ζῇ κύριος θεός σου, εἰ ἔστιν ἔθνος βασιλεία, οὗ οὐκ ἀπέσταλκεν κύριός μου ζητεῖν σε, καὶ εἶπον Οὐκ ἔστιν· καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέν σε. 11καὶ νῦν σὺ λέγεις Πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου· 12καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ, καὶ ἀποκτενεῖ με· καὶ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ. 13 οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι; 14καὶ νῦν σὺ λέγεις μοι Πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου· καὶ ἀποκτενεῖ με. 15καὶ εἶπεν Ηλιου Ζῇ κύριος τῶν δυνάμεων, παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ. 16καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου. 17καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου, Καὶ εἶπεν αχααβ πρὸς Ηλιου εἶ σὺ Εἰ αὐτὸς διαστρέφων τὸν Ισραηλ; 18καὶ εἶπεν Ηλιου Οὐ διαστρέφω τὸν Ισραηλ, ὅτι ἀλλ' σὺ καὶ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλιμ· 19καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ. 20καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον. 21καὶ προσήγαγεν Ηλιου πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς ηλιου Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν κύριος θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ Βααλ αὐτός, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη λαὸς λόγον. 22καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι· 23δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ· 24καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ θεοῦ μου, καὶ ἔσται θεός, ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος θεός, καὶ ἀπεκρίθησαν πᾶς λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα, ἐλάλησας. 25καὶ εἶπεν Ηλιου τοῖς προφήταις τῆς αἰσχύνης Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε. 26καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ, ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον ἐπάκουσον ἡμῶν, βααλ Ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν. 27καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου Θεσβίτης καὶ εἶπεν Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν, καὶ ἅμα μήποτε χρηματίζει αὐτός, μήποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται. 28καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ' αὐτούς· 29καὶ ἐπροφήτευον, ἕως οὗ παρῆλθεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή, καὶ ἐλάλησεν Ηλιου Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλθον. 30καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Προσαγάγετε πρός με· καὶ προσήγαγεν πᾶς λαὸς πρὸς αὐτόν. 31καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ' ἀριθμὸν φυλῶν τοῦ Ισραηλ, ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου. 32καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου. 33καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον, ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. 34καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ ειπεν τρισσωσατε και ἐτρίσσευσαν. 35καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θααλα ἔπλησαν ὕδατος. 36καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν κύριε, θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ, ἐπάκουσόν μου, Κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς λαὸς οὗτος ὅτι σὺ εἶ κύριος θεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα. 37ἐπάκουσόν μου, κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω λαὸς οὗτος ὅτι σὺ εἶ κύριος θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω. 38καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θααλα, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ. 39καὶ ἔπεσεν πᾶς λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον Ἀληθῶς κύριός ἐστιν θεός, αὐτὸς θεός. 40καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Συλλάβετε τοὺς προφήτας τοῦ Βααλ, μηθεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ. 41καὶ εἶπεν Ηλιου τῷ Αχααβ Ἀνάβηθι καὶ φάγε Καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ. 42καὶ ἀνέβη Αχααβ τοῦ φαγεῖν καὶ πιεῖν, καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ. 43καὶ εἶπεν τῷ παιδαρίῳ αὑτοῦ Ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν Οὐκ ἔστιν οὐθέν. καὶ εἶπεν Ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι· Καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι. 44καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν Ἀνάβηθι καὶ εἰπὸν τῷ Αχααβ Ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὑετός. 45καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ. 46καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου, καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως Ιεζραελ.
Copyright information for LXX